Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.201 Joseph. AJ 14.207 (English) >>Joseph. AJ 14.212

14.205ὅσα τε μετὰ ταῦτα ἔσχον ἐπρίαντο καὶ διακατέσχον καὶ ἐνεμήθησαν, ταῦτα πάντα αὐτοὺς ἔχειν. Ἰόππην τε πόλιν, ἣν ἀπʼ ἀρχῆς ἔσχον οἱ Ἰουδαῖοι ποιούμενοι τὴν πρὸς Ῥωμαίους φιλίαν αὐτῶν εἶναι, καθὼς καὶ τὸ πρῶτον, ἡμῖν ἀρέσκει, 14.206φόρους τε ὑπὲρ ταύτης τῆς πόλεως Ὑρκανὸν Ἀλεξάνδρου υἱὸν καὶ παῖδας αὐτοῦ παρὰ τῶν τὴν γῆν νεμομένων χώρας λιμένος ἐξαγωγίου κατʼ ἐνιαυτὸν Σιδῶνι μοδίους δισμυρίους χοεʹ ὑπεξαιρουμένου τοῦ ἑβδόμου ἔτους, ὃν σαββατικὸν καλοῦσιν, καθʼ ὃν οὔτε ἀροῦσιν οὔτε τὸν ἀπὸ τῶν δένδρων καρπὸν λαμβάνουσιν. 14.207τάς τε κώμας τὰς ἐν τῷ μεγάλῳ πεδίῳ, ἃς Ὑρκανὸς καὶ οἱ πρόγονοι πρότερον αὐτοῦ διακατέσχον, ἀρέσκει τῇ συγκλήτῳ ταῦτα Ὑρκανὸν καὶ Ἰουδαίους ἔχειν ἐπὶ τοῖς δικαίοις οἷς καὶ πρότερον εἶχον. 14.208μένειν δὲ καὶ τὰ ἀπʼ ἀρχῆς δίκαια, ὅσα πρὸς ἀλλήλους Ἰουδαίοις καὶ τοῖς ἀρχιερεῦσιν καὶ ἱερεῦσιν ἦν τά τε φιλάνθρωπα ὅσα τε τοῦ δήμου ψηφισαμένου καὶ τῆς συγκλήτου ἔσχον. ἐπὶ τούτοις τε τοῖς δικαίοις χρῆσθαι αὐτοῖς ἐξεῖναι ἐν Λύδδοις. 14.209τούς τε τόπους καὶ χώραν καὶ ἐποίκια, ὅσα βασιλεῦσι Συρίας καὶ Φοινίκης συμμάχοις οὖσι Ῥωμαίων κατὰ δωρεὰν ὑπῆρχε καρποῦσθαι, ταῦτα δοκιμάζει σύγκλητος Ὑρκανὸν τὸν ἐθνάρχην καὶ Ἰουδαίους ἔχειν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.201 Joseph. AJ 14.207 (English) >>Joseph. AJ 14.212

Powered by PhiloLogic